Add parallel Print Page Options

καὶ ἐξελθόντες οἱ Φαρισαῖοι [a]εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον [b]ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

Καὶ ὁ Ἰησοῦς [c]μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας [d]ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας [e]καὶ πέραν τοῦ Ἰορδάνου [f]καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, [g]ἀκούοντες ὅσα [h]ἐποίει ἦλθον πρὸς αὐτόν. καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν [i]ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ [j]ἔκραζον [k]λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ [l]αὐτὸν φανερὸν [m]ποιήσωσιν.

13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησεν [n]δώδεκα, ἵνα ὦσιν μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν [o]ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ [p]ἐποίησεν τοὺς δώδεκα, καὶ ἐπέθηκεν [q]ὄνομα τῷ Σίμωνι Πέτρον, 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς [r]ὀνόματα Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), 18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν [s]Καναναῖον 19 καὶ Ἰούδαν [t]Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.

20 Καὶ [u]ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [v]ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς [w]μηδὲ ἄρτον φαγεῖν. 21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ [x]δυνήσεται [y]ἡ οἰκία ἐκείνη σταθῆναι· 26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ [z]ἐμερίσθη, οὐ δύναται [aa]στῆναι ἀλλὰ τέλος ἔχει. 27 [ab]ἀλλ’ οὐδεὶς δύναται [ac]εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ [ad]διαρπάσει.

28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται [ae]τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα καὶ [af]αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· 29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου [ag]ἁμαρτήματος. 30 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.

31 [ah]Καὶ ἔρχονται [ai]ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω [aj]στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν [ak]καλοῦντες αὐτόν. 32 καὶ ἐκάθητο [al]περὶ αὐτὸν ὄχλος, [am]καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί [an]σου ἔξω ζητοῦσίν σε. 33 καὶ [ao]ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου [ap]ἢ οἱ ἀδελφοί [aq]μου; 34 καὶ περιβλεψάμενος [ar]τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35 ὃς [as]γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ [at]ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ [au]συνάγεται πρὸς αὐτὸν ὄχλος [av]πλεῖστος, ὥστε αὐτὸν [aw]εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς [ax]ἦσαν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ [ay]σπείρων σπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. [az]καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες [ba]ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ [bb]εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· [bc]καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος [bd]ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. καὶ [be]ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ [bf]αὐξανόμενα, καὶ ἔφερεν [bg]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. καὶ ἔλεγεν· [bh]Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.

10 [bi]Καὶ ὅτε ἐγένετο κατὰ μόνας, [bj]ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα [bk]τὰς παραβολάς. 11 καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν [bl]τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ [bm]αὐτοῖς.

13 Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν [bn]εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [bo]εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν [bp]ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον [bq]εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον [br]εὐθὺς σκανδαλίζονται. 18 καὶ [bs]ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· [bt]οὗτοί εἰσιν οἱ τὸν λόγον [bu]ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ [bv]αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ [bw]ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν [bx]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:6 ἐδίδουν WH Treg NIV ] ἐποίουν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NIV ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:7 ἠκολούθησεν WH Treg NIV ] ἠκολούθησαν αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg RP NA ] + οἱ NIV
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 *καὶ WH Treg NIV ] + οἱ RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἀκούοντες WH Treg NIV ] ἀκούσαντες RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:8 ἐποίει NIV RP ] ποιεῖ WH Treg
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἐθεώρουν προσέπιπτον WH Treg NIV ] ἐθεώρει προσέπιπτεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 ἔκραζον WH Treg NIV ] ἔκραζεν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:11 λέγοντα WH Treg RP ] λέγοντες NIV
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 αὐτὸν φανερὸν WH Treg NIV ] φανερὸν αὐτὸν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:12 ποιήσωσιν WH NIV RP ] ποιῶσιν Treg
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:14 δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NIV
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:15 ἐξουσίαν WH Treg NIV ] θεραπεύειν τὰς νόσους καὶ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ἐποίησεν τοὺς δώδεκα καὶ WH NIV ] – Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:16 ὄνομα τῷ Σίμωνι WH Treg NIV ] τῷ Σίμωνι ὄνομα RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:17 ὀνόματα Treg NIV RP ] ὄνομα WH
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:18 Καναναῖον WH Treg NIV ] Κανανίτην RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:19 Ἰσκαριώθ WH Treg NIV ] Ἰσκαριώτην RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 ἔρχεται WH NIV RP ] ἔρχονται Treg
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 WH Treg NIV ] – RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 μηδὲ WH Treg NIV ] μήτε RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:25 δυνήσεται WH Treg NIV ] δύναται RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:25 ἡ οἰκία ἐκείνη σταθῆναι NIV ] ἡ οἰκία ἐκείνη στῆναι WH Treg; σταθῆναι ἡ οἰκία ἐκείνη RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:26 ἐμερίσθη WH NIV ] μεμέρισται Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:26 στῆναι WH Treg NIV ] σταθῆναι RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 ἀλλ’ οὐδεὶς δύναται Treg ] ἀλλ᾽ οὐ δύναται οὐδεὶς WH NIV; οὐδεὶς δύναται RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη WH Treg NIV ] τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 διαρπάσει WH Treg NIV ] διαρπάσῃ RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NIV ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NIV ] βλασφημίαι ὅσας ἂν RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:29 ἁμαρτήματος WH Treg NIV ] κρίσεως RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 Καὶ ἔρχονται WH Treg ] Καὶ ἔρχεται NIV; Ἔρχονται οὖν RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NIV ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 στήκοντες WH Treg NIV ] ἑστῶτες RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 καλοῦντες WH Treg NIV ] φωνοῦντες RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 περὶ αὐτὸν ὄχλος WH Treg NIV ] ὄχλος περὶ αὐτόν RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 καὶ λέγουσιν WH Treg NIV ] εἶπον δὲ RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NIV ] ἀπεκρίθη αὐτοῖς λέγων RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 RP ] καὶ WH Treg NIV
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 μου Treg NIV RP ] – WH
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:34 τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NIV ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 γὰρ Treg NIV RP ] – WH
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 ἀδελφὴ WH Treg NIV ] + μου RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 συνάγεται WH Treg NIV ] συνήχθη RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 πλεῖστος WH Treg NIV ] πολύς RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 εἰς πλοῖον ἐμβάντα WH Treg NIV ] ἐμβάντα εἰς τὸ πλοῖον RP
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 ἦσαν WH Treg NIV ] ἦν RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:3 σπείρων WH NIV ] + τοῦ Treg RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 καὶ ἄλλο WH Treg NIV ] Ἄλλο δὲ RP
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 ὅπου NIV RP ] καὶ ὅπου WH Treg
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NIV ] ἡλίου δὲ ἀνατείλαντος RP
  56. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 ἐκαυματίσθη WH RP NA ] ἐκαυματίσθησαν Treg NIV
  57. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἄλλα WH NIV ] ἄλλο Treg RP
  58. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 αὐξανόμενα WH NIV ] αὐξανόμενον Treg; αὐξάνοντα RP
  59. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἓν … ἓν … ἓν NIV ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
  60. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:9 Ὃς ἔχει WH Treg NIV ] Ὃ ἔχων RP
  61. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 Καὶ ὅτε WH Treg NIV ] Ὅτε δὲ RP
  62. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 ἠρώτων WH Treg NIV ] ἠρώτησαν RP
  63. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 τὰς παραβολάς WH Treg NIV ] τὴν παραβολήν RP
  64. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:11 τὸ μυστήριον δέδοται WH Treg NIV ] δέδοται γνῶναι τὸ μυστήριον RP
  65. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:12 αὐτοῖς WH Treg NIV ] + τὰ ἁμαρτήματα RP
  66. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  67. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:15 εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
  68. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 ὁμοίως WH Treg NIV RP ] – NA
  69. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:16 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  70. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  71. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἄλλοι WH Treg NIV ] οὗτοί RP
  72. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 οὗτοί εἰσιν WH Treg NIV ] – RP
  73. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:18 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
  74. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
  75. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP
  76. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:20 ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP